Δευτέρα 30 Νοεμβρίου 2015

Μετακομιδή της λειψανοθήκης του Ιερομονάχου Καλλινίκου Βαρβατάκη στο Σαγκρί Νάξου.

Μετακομιδή της λειψανοθήκης του Ιερομονάχου Καλλινίκου Βαρβατάκη στο Σαγκρί Νάξου.


ΜΕΓΑΛΥΝΑΡΙΑ

Ἐπὶ τῇ μετακομιδῇ τῶν λειψάνων τριῶν καὶ δέκα Ἁγίων, 
τῶν ἐν τῇ ἱστορικῇ λειψανοθήκῃ 
τοῦ ἱερομονάχου Καλλινίκου Βαρβατάκη, 
εἰς τὸ Σαγκρίον Νάξου, 7-11-2015.

Ἦχος πλ.δʹ. Χαίροις Ἐκκλησίας νέος φωστήρ.

Λείψανα Ἁγίων τὰ ἱερά,
ἐν λειψανοθήκῃ Καλλινίκου τοῦ μοναχοῦ,
μετακομισθέντα εἰς τὴν Μονὴν Σαγκρίου
ἐκ Κωνσταντινουπόλεως ἀσπασώμεθα.

Θεῖον Ἐλευθέριον ἀνυμνῶ,
μετὰ τῶν Ἁγίων, ὧν τὰ λείψανα τὰ σεπτά,
ἐν τῇ ὁμωνύμῳ Μονῇ Ἐλευθερίου,
ἐκχέοντα τὴν χάριν Ἁγίου Πνεύματος.

Δεῦτε ἀσπασώμεθα οἱ πιστοί,
Ἱερομαρτύρων καὶ Μαρτύρων πανευλαβῶς,
λείψανα τὰ θεῖα, ἐκχέοντα τὴν χάριν,
ἣν ἔλαβον οἱ μάρτυρες οἱ μακάριοι.

Προσκυνοῦντες λείψανα ἱερά,
καρπούμεθα χάριν τὴν τοῦ Πνεύματος δαψιλῶς,
καὶ Θεὸν Σωτῆρα δοξολογοῦμεν πάντες,
τὸν δόντα θείοις μάρτυσι δόξαν ἄφθαρτον.

Χαίροιτε Ἑρμόλαε ἰατρέ,
Χαράλαμπες θεῖε, Ἐλευθέριε εὐκλεές,
Θεόδωρε Τήρων, Παντελεῆμον μέγα,
Γεώργιε Ἀντίπα καὶ Διονύσιε.

Τὰς μεγαλομάρτυρας τοῦ Χριστοῦ,
Κυριακὴν Βαρβάραν καὶ ὁσίαν Παρασκευήν,
Πελαγίαν οὖσαν ἐκ τῆς Ταρσοῦ τῷ γένει,
ὡς καὶ Ἀναστασίαν ἐπευφημήσωμεν.

Ἔχει τὸ Σαγκρίον ὡς θησαυρόν,
λείψανον Ἁγίου χαριτόβρυτον ἱερόν,
τοῦ κεκοσμημένου τῷ πορφυρῷ χιτῶνι,
Ἐλευθερίου θείου ἱερομάρτυρος.

Δεῦτε ἀσπασώμεθα εὐλαβῶς,
τοῦ Ἐλευθερίου θεῖον λείψανον ἱερόν,
ἐξαιτοῦντες δοῦναι ἐλευθερίαν πᾶσι,
τοῖς ὑπὸ τὴν δουλείαν τοῦ πολεμήτορος.

                                         Εἰρήνη Β. Πολυκρέτη
                                                  Θεολόγος